200
Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν τε διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα, καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. διὸ οὔτε ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι· οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματι σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ· ἀλλʼ ὅτι ἡ μέριμνα τῶν ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος, παραπέμπων τοὺς νεολέκτους, ὑπέμνησεν ἡμᾶς, ὅτι εἴη σε δι’ αὐτοῦ προσειπεῖν, ἐδεξάμεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι, καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντʼ ἐπιστολῆς εἶναι, διά τε τὸ τοῦ τρόπου φιλάληθες, καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθʼ ἡμᾶς. δι’ οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώματος, ταῖς δὲ ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχιάν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇ τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς, ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκί, κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτός, ὡς ἰδίων, ὅπερ οὖν καὶ ἔστιν, ἀντέχῃ τῶν καθʼ ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος, τοῦ ὄντος ἐν σοί, μετακοσμήσῃς πρὸς τὸ εὐάρεστον τῷ Κυρίῳ.