203
Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι οἱ τὴν παραλίαν οἰκοῦντες ἔξω ἐσμὲν τοῦ πάθους τῶν πολλῶν, καὶ οὐδὲν τῆς παρʼ ἑτέρων ἐπικουρίας δεόμεθα· ὥστε τίς ἡμῖν χρεία τῆς πρὸς ἑτέρους κοινωνίας; ὁ γὰρ Κύριος τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἡπειρώταις διὰ τῆς ἀγάπης συνέδησεν. οὐδὲν ἡμᾶς χωρίζει ἀπʼ ἀλλήλων, ἀδελφοί, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. εἴτε κεφαλὴν ἑαυτοὺς τῆς καθόλου Ἐκκλησίας λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει τῶν ἐκκλησιαστικῶν μελῶν ἑαυτοὺς τάσσετε, οὐ δύνασθε λέγειν τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν τό, χρείαν ὑμῶν οὐκ ἔχομεν. αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῆ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσιν. ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν τὸ ἑαυτῶν ἀσθενὲς καὶ ἐπιζητοῦμεν τὴν σύμπνοιαν ὑμῶν. οἴδαμεν γὰρ ὅτι κἂν μὴ παρῆτε τῷ σώματι, τῇ διὰ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξετε ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ὄφελος. ὑμᾶς δὲ οὐκ ἔστιν οὔτε παρὰ ἀνθρώποις εὐπρεπὲς οὔτε τῷ Θεῷ εὐάρεστον ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς, αἷς οὐδὲ τὰ ἔθνη κέχρηνται τὰ μὴ εἰδότα τὸν Θεόν. ἀλλὰ κἀκεῖνα ἀκούομεν, κἂν εἰς πάντα αὐτάρκη τὴν χώραν νέμωνται, τῆς γοῦν τῶν μελλόντον ἕνεκεν ἀδηλίας τὴν πρὸς ἀλλήλους συμμαχίαν ἀσπάζεσθαι καὶ τὴν ἐπιμιξίαν ὡς ἔχουσάν τι κέρδος μεταδιώκειν. ἡμεῖς δέ, ἐκείνων ὄντες τῶν πατέρων, οἳ ἐνομοθέτησαν διὰ μικρῶν χαρακτήρων τὰ τῆς κοινωνίας σύμβολα ἀπὸ περάτων τῆς γῆς εἰς πέρατα περιφέρεσθαι, καὶ πάντας πᾶσι πολίτας καὶ οἰκείους εἶναι, νῦν ἀποτέμνομεν ἑαυτοὺς τῆς οἰκουμένης, καὶ οὔτε ἐπαισχυνόμεθα τῇ μονώσει, οὔτε ζημίαν φέρειν τὸν διασπασμὸν τῆς ὁμονοίας τιθέμεθα· οὔτε φρίσσομεν, ὅτι εἰς ἡμᾶς φθάνει ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος, ὅτι Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν;