207
Ἀλλʼ οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. ἀλλʼ οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῇν καὶ μετανοίᾳ διηνεκεῖ. ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου, τίνας ἔχετε μάρτυρας, οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε; Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσευχῶν. πῶς γάρ; ὅ γε τοῦ ἀποστόλου γνήσιος μαθητὴς τοῦ εἰπόντος· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καί, Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν αὐτοῦ, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχή, καὶ ἀξία τῆς τοῦ ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὔ, διὰ τὸ πρόσταγμα τοῦ Κυρίου τοῦ εἰπόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. οὐκ ἠνείχετο εἰπεῖν τὸν ἑαυτοῦ ἀδελφὸν μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. λοιδορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. φθόνος καὶ ὑπερηφάνεια τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπελήλατο. οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ, πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ. ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύττετο, ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγένηται, καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων, τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν, καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ τῷ Θεῷ. μόνον ἐρρώσθω τὰ προηγούμενα, καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. τὰς τοῦ Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχανον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾷν.