9
Ἐγὼἐμὲ F. δέ, εἰ χρὴ τοὐμὸν ἴδιονἴδιονom. B, D. εἰπεῖν, τὸ ὅμοιον κατʼ οὐσίαν, εἰ μὲν προσκείμενον ἔχειἔχοι A, B, C, D. τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν κατὰ τὴν ὑγιῆὑγιᾶ A, B, C, D. δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φ.ωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον. οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσία πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. εἴ τις οὖν οὕτως, ὡς εἶπον, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι,ἀποτέμνει F. ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμίκρυνον. καὶ γὰρ καὶκαὶom. A. ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεούσαις, τὸ ὅμοιον πολλάκις ἐπινοεῖνἐπιλέγειν A, B, C, D. εἰώθαμεν. ἐπεὶ οὖν ἧττον οἶμαιοἴομαι C, D. κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι.