210
Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρʼ ὑμῖν ὀνειροσκόποι φασί, ταῦτα ἐστι καὶ κώνειον, καὶ ἀκόνιτον, καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι, πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι, ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· κύριος ἐποίησε φαντασίαν, καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν. οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἠσαΐαν ἐνυπνιαζόμενοι καὶ κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. καὶ ἔστι πνεῦμα ψευδές, ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον τὸν Ἀχαὰβ ἐξηπάτησε. ταῦτα εἰδότες, ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι, ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθείς, οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ, οὐδὲ ἀράσασθαι τὸν Ἰσραήλ, ὃν οὐκ ἀρᾷται Κύριος. εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις, οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις· εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν, καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν, ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρʼ ἑαυτῶν φαντάσματα τῶν σωτηρίων διδαγμάτων.