Ὀλυμπίῳ.
211
Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητος σου, ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθών, αὐτόν σε ἔδοξα καθορᾷν. οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες, οὕτω διέθηκαν, ὥστε ἐπιλαθέσθαι με τοῦ παρʼ ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι, εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν, καθʼ ἡμῶν περιφέρουσιν· ἐπιστολὰς δὲ τὰς μὲν ἔπεμψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. μόνον εἴη τί ὄφελος παρʼ αὐτῶν τοῖς λαμβάνουσιν.
Ἱλαρίῳ.
212
Ἐμὲ δὲ τί οἴει πεπονθέναι, ἢ τίαν γνώμην ἐσχηκέναι, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σέ, εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν, ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα, εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾷν τὴν ἀλήθειαν. καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων.