9
Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ὦ ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τῶν τοιούτωντῶν τοιούτων· τούτων A, B, C, D. διαλεχθῆναι, καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μήτε πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; ὅπως οὖν μὴ τὸ τοῦ Διογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παρʼ ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀῤῥωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχόμεθα· καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐνἐπὶ A, B, C, D. τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. σὺ δὲ ἔῤῥωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾷν ὡς εἰς μέρος τῆς σεαυτοῦ. εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατʼ ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε,ἐπιδείκνυσθε A, B, F. ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δι’ ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡ ἡσυχία· ἣν πολλὴν ἐπὶ τῆς ἐσχατιᾶςταύτης add. C. D. καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς,ἡμᾶςom. F. σὺ δὲ ἀλλὰ γράφε ἡμῖν,ἡμῖνom. E, F. καὶ ταύτῃ ποίει ἡδίους.
Πρὸς ἐλευθέρανπρὸς ἐλευθέραν προτρεπτικὴ εἰς τὸ μεταθέσθαι πρὸς τὸν ὑψηλὸν βίον C.
10
Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη. ὅταν μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες, χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται· τότε μύρῳ τὰς πτέρυγας αὐτῆς χρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν. ἡ δὲ τοῦ μύρου ἐκείνου εὐωδία τὴν αὐτόνομον ἐκείνην ἀγέλην κτῆμα ποιεῖταιποιεῖ E. τῷ κεκτημένῳἑπομένῳ E. τὴν τιθασσόν· πρὸς γὰρ τὰς εὐπνοίαςεὐπνοούσας A, B, C, D. καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται.