214
Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοή, ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονταί τινα τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως· ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου, τοῦ ἐπισκόπου. οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν, αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. καὶ οὐ θαυμάζω τοῦτο. οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα· οἱ δέ, καὶ δοκοῦντες εἰδέναι, φιλονεικότερον μᾶλλον ἢ ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. πλὴν ἀλλʼ ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἢ ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν, δι’ ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι, παρακαλοῦμεν ὑπʼ αὐτῶν πληροφορηθῆναι. πλὴν ἀλλʼ ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην, καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθῆ εἶναι ταύτην καὶ δι’ αὐτῶν τῶν ἔργων βεβαιουμένην. οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθά ποτε ἑαυτοὺς πεῖσαι ἢ Μελέτιον ἀγνοῆσαι, ἢ τῆς ὑπʼ αὐτὸν ἐκκλησίας ἐπιλαθέσθαι, ἢ τὰ ζητήματα, ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστασις γέγονε, μικρὰ ἡγήσασθαι, καὶ ὀλίγην ἔχειν διαφορὰν νομίσαι πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος, ἐπʼ αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι· ἀλλʼ οὐδʼ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων.