10
Τί δὲ βουλόμενος ἐντεῦθεν ἄρχομαι τοῦ γράμματος; ὅτι λαβὼν τὸν υἱὸν Διονύσιον, τόν ποτε Διομήδην, καὶ τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας, ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτὴν συναναπτῆναι αὐτῷ καὶ καταλαβεῖν τὴν καλιὰν ἣν παρʼ ἡμῖν ἐπήξατο ὁ προειρημένος. ἐὰν οὖνοὖνom. E. ταῦτα ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν σεμνοπρέπειαν πρὸς τὸν ὑψηλὸν βίον μεταθεμένην, πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ.
Ἀνεπίγραφος, ἐπὶ φιλίᾳφίλῳ C.
11
Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητεεὐφραίνηται C. ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ὁ ἅγιος ΘεὸςΘεὸςom. C, D. θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶνπαρʼ ἡμῖν C, D. διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ὁ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.
Ὀλυμπίῳ
12
Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδὲ ὀλίγα· καὶ ἔοικεν ἡ βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων· ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. μόνον ἐπίστελλε ἡμῖν.
Ὀλυμπίῳ
13
Ὥσπερ τῶν ἄλλων ὡρίμων ἕκαστον ἐν τῇ οἰκείᾳ ὥρᾳ ἀπαντᾷ, ἐν ἦρι μὲν τὰ ἄνθη, ἐν θέρει δὲ οἱ ἀστάχυες, τῷ δὲ μετοπώρῳ τὸ μῆλον, οὕτω χειμῶνος καρπός εἰσιν οἱ λόγοι.