224
Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπʼ αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω. προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶν ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἃ ἐβούλοντο, οὐχ οἷα ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρʼ αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, ἢ τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρʼ ᾧ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. εἶτα ἐκεῖνοι τοῖς καθʼ ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικά, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵνʼ οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας.