14
Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατʼ ἄρκτον κατάῤῥυτον. τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. ὕλη δὲ τούτῳτούτων C. αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδαπῶν δένδρων, μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ πανταχόθενπαντόθεν C, E. ἐρύμασι περιείργεσθαι· φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιεῤῥώγασι, κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ὁ ποταμὸς ὑποῤῥέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον· ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος δι’ ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει. μία δέ τιςτιςom. E, F. εἴσοδος ἐπʼ αὐτῆς, ἧς ἡμεῖς ἐσμὲν κύριοι. τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον ἐκ τούτουτούτου F. ὑφηπλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιῤῥέοντα καθορᾷν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον ἢ τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. ὁ μὲν γὰρ σχολαιοτέρῳσχολαίῳ C, F. τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖνμικροῦ δεῖ C. καὶ τὸτοῦ C. ποταμὸς εἶναι ὑπὸὑπὸom. F. τῆς ἡσυχίας ἀφῄρηται· ὁ δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποταμῶν ῥέων βραχύ τι τῇ γείτονι πέτρᾳ παρατραχύνεται·περιτραχύνεται A, C, D. ἀφʼὑφʼ C, F ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται, ὄψιν τε ἡδίστηνμεγίστην C, πασῶν add. E. ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος, καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων γετε MSS. πλῆθος ἀμύθητον ταῖς δίναιςπεριειλούμενον add. E. ἐντρέφων.