225
Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.
Τοῖς ὑφʼ ἑαυτὸν ἀσκηταῖς.
226
Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ.