226
Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρʼ ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. ἡμεῖς γάρ, πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατʼ αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδʼ οἷα νῦν ἐπὶ τῇ καθʼ ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρί, ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. ἀλλὰ τὰ μὲν στόματα τῶν κατηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν καὶ μείζονα καὶ χαλεπώτερα καθʼ ἡμῶν κατασκευάζειν. τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. ὥστε, ὅ ἐστιν ἐφʼ ὑμῖν, τοῦτο ποιήσατε. ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε· καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. καὶ εἰ μὲν εὕρητε παρʼ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακοποιῆσαι· τοῦτο παρʼ ὑμῶν οὐκ ἐπιζητοῦμεν. ἐμπορικὸν βίον μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυστον διασώσητε, καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.