14
Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοάς, ἢ τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; τό γε μὴν τῶν ἀνθέων πλῆθος ἢ τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν,ἐθαύμασεν E, F. ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. ὃ δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι πρὸς πᾶσαν ὑπάρχονὑπουργίαν C. καρπῶν φορὰν ἐπιτήδειον δι’ εὐκαιρίαν τῆς θέσεως, ἥδιστον ἐμοὶ πάντων καρπῶν τὴν ἡσυχίαν τρέφει,ἐκτρέφει E. οὐ μόνον καθότι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλʼ ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. πρὸς γὰρ τοῖςαὐτοῖς A, B. ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων ἢ λύκων τῶν ὑμετέρων (μὴ γένοιτο), ἀλλʼ ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγωοὺς βόσκει, καὶ εἴ τι τούτοις ὅμοιον.
14
Ἆρʼ οὖν οὐκ ἐνθυμῇ παρʼ ὅσον ἦλθον κινδύνου ὁ μάταιος ἐγώ, τοιούτου χωρίου τὴν Τιβερίνην, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσῃ. πάντως γὰρ οὐδὲ Ἀλκμαίων Ἐχινάδαςνήσους E. εὑρὼν ἔτι τῆς πλάνης ἠνέσχετο.
Ἀρκαδίῳ κόμητι πριβατῶν
15
Ἔδωκαν μείζονα τὴν χάριν ἢ ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν, παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. αὐτοῖς μὲν γὰρ ἡ φιλανθρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρʼ ἡμῶν, καὶ πρὸ τῶν ἡμῶνἡμετέρων C. γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα.
15
Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαίπροσφθέγξασθαι C. σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.