229
Καὶ παρʼ ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος γίγνεσθαι. ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνεργείας ὁρμῶσιν οἱ ὅσιοι, ἀλλʼ ὅ τι εὐάρεστον τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμάτων κατάρχουσιν. ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφωνίᾳ τῆς γνώμης, τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ, καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέροντος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευόντων, ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ πονηρῷ, ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν ἐκκλησιῶν δυσχεραίνει.