235
Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν, πῶς εἶπεν ὁ Παῦλος, ὅτι Νῦν μὲν ἐκ μέρους γινώσκομεν. ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; ἀλλʼ ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. ἀλλʼ ὅλην αὐτὴν γινώσκομεν; πῶς οὖν, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται; οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται; οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται, λέγοντος· Νυνὶ δὲ γνόντες τὸν Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία, ἥτις ποτὲ ἦν, ἐπεγνώσθη; ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν· δηλονότι ὁ βοῦς καθʼ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἔγνω οὖν καὶ ὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω. τοῦτο ἐγκαλεῖται καθʼ ὑμᾶς Ἰσραήλ, ὅτι τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, τοῦ Θεοῦ οὐκ ἐπέγνω. ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· τουτέστι, τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις, καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις, καὶ ἡ τήρησις τῶν ἐντολῶν, καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν· οἱ δὲ πάντα ταῦτα παρωσάμενοι, ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. ἆρα τὸ γνωσθήσομαι, ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; καὶ περὶ τῆς Ῥεβέκκας, Παρθένος, φησίν· ἀνὴρ οὐκ ἔγνω αὐτήν· καί, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου, τουτέστιν, ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. καὶ τὸ Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, τουτέστιν, ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.