17
Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι’ ὧν γράφεις ἐνεργεστέραςἐναργεστέρας A, B, F. ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ δι’ ὑμῶνἡμῶν E, F. τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει.
17
Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖνἡμῖν E. ὁ Κύριοςὁ Κύριοςom. C, D, E. πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ.
Μακαρίῳ καὶ ἸωάννῃΜακαρίῳ καὶ Ἰωάννῃ E, F. Μακαρίῳ A, B, F. Μακρίνῳ καὶ Ἰωάννῃ ὥστε μηδὲν ἐπὶ ταῖς διαβολαῖς ταράσσεσθαι C, D.
18
Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁθερινὸς om. E, sed non alia MSS. ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι.ἡ... θλίψις ἀμελέτητος A, B, C, D, F. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσιτοῖς μετιοῦσιom. A, B, C, D, F. συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν.