237
Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν. ἅνθρωπος εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα, οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου, καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα. ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικός· καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμόν, ὑπὸ ἑνὸς ἀνθρώπου, καὶ τούτου ἀσήμου, αἰτιαθέντα. εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον, πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ ἐκκλησίας παρέδωκε τῇ βουλῇ· ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων, καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων.