237
Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν. οἱ δὲ ὑπήκουσαν, καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι, καὶ μετʼ αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι. ὁ γὰρ μακάριος Θεόδοτος κεκοίμηται. καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο· πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον, καὶ δι’ αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον· ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. ὑποθρυλλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθʼ ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνούς, ἢ χρήσασθαι τῇ συνηθείᾳ. τὰ μὲν οὖν τῶν ἐκκλησιῶν τοιαῦτα. ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾷν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.
Νικοπολίταις πρεσβυτέροις.
238
Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρʼ αὐτῶν διδαχθῆναι. καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρʼ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπʼ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου, ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο.