240
Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐ Χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατʼ ἀλήθειαν ζῇν προτιμῶντες. ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθʼ ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι. εἰ δὲ ἐφʼ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστος κύριός ἐστιν, ἡμεῖς ἀθῶοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα, οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τὸ τινῶν ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. πάντα τὸν κλῆρον, τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα δι’ ὑμῶν.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
241
Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλʼ ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται· καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχὴν παρορμῆσαι. ἐπεὶ καὶ Μωϋσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι· ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας· ἀλλʼ ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.
Τοῖς δυτικοῖς.