243
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθʼ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν· ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθʼ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵνʼ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα.