243
Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλʼ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι, ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατʼ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ π̣̣̔̓ντων καὶ σκυθρωπὰ φθεγγομένων. ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί· οἶκοι προσευχῶν ἀπεκλείσθησαν· ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον. ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος.