244
Πλὴν ἀλλʼ ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. ὅτι οὐδὲν παρʼ ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον, γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλʼ ἄνθρωποι μισοῦντες ἡμᾶς, δι’ ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς, καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα, ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας. ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθʼ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι· τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρός, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρʼ ἡμῶν· ὑπεγράφη δέ ὡς ὑπεγράφη, καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν.