244
Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθεὶς ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολήν, οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ· καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον, καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη, καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατʼ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην, εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος, μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλʼ οἷόν τις πῶλος ἀδάμαστος, οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο· τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρʼ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; ταῦτα κατʼ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ, καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπʼ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ νυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον.