244
Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, ὃ παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, δι’ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον.