244
Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται. οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος; τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον.