254
Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελίπομεν τῷom. E. γράμματι ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. ὀψὲ γὰρ τοῦom. E. γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖνom. E. τῆς ἀπολογίας χρεία. ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερατὰ παρεθέντα add. editi antiqui. καὶ τὰ ἀπὸ τῆς δύσεως. καὶ ἐπʼ ἐκείνοις μὴν εὐφρανεῖ, τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπών, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦπαρὰ τοῦ θεοῦ παρ’ αὐτοῦ E, Med. ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσειαἰτήσῃ, κατευοδώσει αἰτήσεις, ἵνα κατευοδώσῃ editi antiqui. ἡμᾶς ὁ Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι,πληρωθῆναι E. καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητίτῆς κοσμιότητος E. σου.
Βίτῳ, ἐπισκόπῳ Καρρῶν