256
συμπρεσβυτέροιςπρεσβυτέροις editi antiqui. Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ καὶ Λουκίῳ διακόνοις, καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος. Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθʼ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο ϲ ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσινβαπτισθεῖσιν Med. ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαντὴν πονηρίαν αὐτῶν E. ἐκτεῖναι. προσεδόκησα δὲ εὐθέως ἐφʼ ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσινἀναπνεῦσαι Harl. τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε,κάμνετε Med. τῷ ἀργῷ τούτῳἐμαυτοῦ add. editi antiqui. σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. ἀλλʼ ἐπειδὴ τοῦτο μὲν οὐδʼοὔτε E. εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρʼ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵνʼ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴνπροκόπην Harl. et Med. τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μέν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δέ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρʼ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες.