256
Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον,πρεσβύτερον E. δι’ οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶκαὶ om. E παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶςκαὶ add. E. ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτόν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν ἐκκλησιῶν τοῦτον,τούτων E. Reg. sec. ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαιἡμᾶς add. E. editi antiqui. ὑπενεγκεῖν. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.
Μονάζουσι καταπονηθεῖσιν ὑπὸ τῶν ἈρειανῶνAdd. Med. et E: Εὐθαλεστάτη πρὸς ὑπομόνην παράκλησις, καὶ σύγκρισις τοῦ τε ἀπὸ τῶν εἰδωλολατρῶν καὶ τοῦ ἀπὸ αἱρετικῶν ἐπαγομένου διωγμοῦ, καὶ ὅτι οὐ πλήθει ὁριστέον τὴν σωτηρίαν. a most vigorous exhortation to patience, and a comparison of persecution being waged by idolaters and being waged by heretics, and one must define salvation as not for the many.