22
Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖνεἰπεῖνom. C, D, E. ἀναγκαίωςἀναγκαίωςom. C, D. προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν.ἅτινα ἐστὶ ταῦτα add. C. D.
22
Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεωςκληρονομίας C, D. φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶνπάντοτε C, D. ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι.