257
Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλʼ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθʼ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδόταςεἰδότες MSS. quinque, non tamen antiquissimi. ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλʼ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλʼ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. ὥστε μηδέποτε ὑμᾶς πτοείτωποιείτω E. λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει ὁ Κύριος τοὺς ὁσίους αὐτοῦ. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.ὁμολογουμένην εἶχον ἐπ’ ἴσοις τοῖς κατορθώμασι add. Harl.
Ἐπιφανίῳ ἐπισκόπῳ