258
Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδητὸ δὲ editi antiqui. κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυονοὐδαμοῦ editi antiqui. ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαιστενάζουσι editi antiqui. πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι, ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον;