258
Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν,οὐ praemittunt E, editi antiqui. ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶςἀγαπητικῶς E, editi antiqui. ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ ἸννοκεντίῳἸνοκεντίῳ E. Harl., Med., Reg. sec. τῷ Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου.κινουμένου E. τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τιοὐκέτι editi antiqui. πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομενπαρατάξομεν editi antiqui; τοράξομεν E, Harl., Reg. primus, Paris., et Bigot. τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.