260
Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴνom. E. λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέουποιῶν add. E. editi antiqui. ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησανἐβάρυναν E. ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις.ἐπανήγαγες editi antiqui.
260
Ἔστι δʼ οὖνδ’ οὖν δὲ E. τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαιἐπιδείξασθαι E. nonnulli alii; ὑποδείξασθαι alii. λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναιἀποδιδόναι Harl., Med.; δοῦναι editi antiqui. τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοιμέλοι E. αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσεινποιεῖν multi codices sed recentiores. τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων.