260
Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις,γὰρ add. editi antiqui. φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντοτὸ add. editi antiqui. πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼom. E. αὐτῷ ἐπαχθέντα,ὁρισθέντα editi antiqui. καὶ οὕτως οὐκοὐκ om. E ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν·ἐνεποίησεν editi antiqui. ἕβδομον, ὅτι ΘεῷΘεὸν E. ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς,ἀπὸ προσώπου τῆς γῆς editi antiqui. καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶἀπὸ editi antiqui; ἐκ alii MSS. τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησανἐπήχθησαν E. et Harl. τῷ πονηρευσαμένῳ.