260
Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ ἌβελἌβελ om. E ὁ ἀδελφός σου;σου; ἢν οὐχὶ σου ἐστίν; οὐχὶ E. ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴναὐτῷ ἀφορμὴν ἀφορμὴν ἐκείνῳ E. παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμειἀπαριθμεῖ editi antiqui. τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷἐργάσῃ editi antiqui. τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦἑαυτοῦ E. γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν.ἐχθρόν ἔχειν τὸ μῖσος E. ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳκατατειρομένῳ editi antiqui. καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν ὑπηρετεῖσθαιὑπηρετήσασθαι E, Harl. συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆςαὐτοῦ E. ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσινσωφρονοῦσιν editi antiqui. ὁ ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων.πραγμάτων Coisl. sec. et Reg. sec. εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶεἰς add. editi antiqui. ὀνειδισμὸν αἰώνιον.