260
Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. ἢ σημεῖόν ἐστι τὸ παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶνπαρὰ τῶν ἐντρεχῶν παρ’ αὐτῶν quatuor MSS. τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶom. E, Med. ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον.