261
Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετεπαραλαμβάνετε E. Med. εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαρεστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρεαινῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνηἐνεφάνη editi antiqui. καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς, καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶνπάντων editi antiqui. ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι’ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ.κραταιᾷ edit. Par. μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενοςγεννώμενος Reg. sec., Coisl. ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.