261
Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι’ ἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες·ἀποθνήσκοντες E. Med. οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ θεοφόροςΧριστοφόρος Vat. et tres Regii. σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦνμὲν add. E. πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼom. E. οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαιἀποδύρασθαι E. προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς.