261
Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπουτὰ τοῦ ἀνθρώπου τὰ τοῦ ἀνθρώπου E, Med.; τὰ ἀνθρώπων editi antiqui. διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενοςπαραδεχόμενος Vaticanus, Coisl. sec., et quatuor Regii. εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθηἐξαναλώθη nonnulli MSS. ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ.
261
Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι,διαναμένοντι Coisl. sec. cum quatuor Regii. διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέρανπροτιμοτέραν. ποιεῖταιτὴν οἰκείαν... ποιεῖταιom. E. τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον.