22
Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερεία. ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείανὅτι... χρείανom. C. καὶμὴ add. C. πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν,οὐδένom. C. ὅπερ ἐστὶ παράχρησις. ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν, ἢ πρωτείων ἀντιποιεῖσθαι. ὅτι δεῖ ἕκαστον προτιμᾷνπροτιμᾶσθαι C. ἑαυτοῦὑπὲρ ἑαυτὸν C. πάντας. ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων εἰς δόξαν Χριστοῦθεοῦ C. ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων, μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ γινόμενα.γινόμεναom. C; γινομένου E. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰτῶν εἰς τὸ διατυποῦν τὰ τῆς εἰς τὸν διατυποῦντα E. τοιαῦτα ἐπιτεταγμένων,ἐπιτεταγμένον E, τεταγμένων C. ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη, καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρίσκεσθαί τινα. ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι.