263
Τὸ μὲν οὖνταμιεύσεται Reg. sec. Coisl. sec. ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως ἐμβάλλοντεςτὴν add. E. βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναιμεταδοῦναι E, Med. τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητεγνωρίσηται E. τοὺςτὰς add. E. ταραχὰς παρʼ ἡμῖνκαὶ τὰ σκάνδαλα editi antiqui. ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε.καταστήσητε E. ὁ μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς,τοῖς πολλοῖς om. E ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶναὐτοῖς E, Med.; τοσοῦτον editi antiqui. ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷτὸ E. καὶ τὴν παρὰom. E. τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος.