266
Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ, ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθʼ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων, καὶ ὁ πολὺς οὗτος ὁ κλόνος ὁ νῦν σαλεύων τὰς ἐκκλησίας, πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοικατατυπτόμενοι editi antiqui. ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἐκ παλαιοῦἐκ παλαιοῦ ἔκπαλαι editi antiqui. κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημέναβεβοημένα E. Harl. τὴν οἰκουμένην, ἀλλʼ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. ἀλλʼ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶνom. E. ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρώην γινομένοις ἀτάκτως, οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι φήμη διακομίσει αὐτομάτωςαὐτόματος editi antiqui. τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι· ἔπειτα οὔτε κρίναντεςκρίνοντες E. εὔλογον εἶναι ὑμᾶςἡμᾶς MSS. et editi; ὑμᾶς Capps. ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις, ὥσπερ δυσχεραίνοντας διότιδιὰ τί MSS. et editi; διότι Capps. παρώφθητε.παρώφθημεν MSS. et editi; παρώφθητε Capps. αὐτοῖς μέντοιμὲν E. τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα, παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖοἱ ἐκεῖ οἰκεῖθι E. ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. ὅπερ ἐπειδὴ ἐποίησας, καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε, καὶ ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὅτι ἐστὶ λείψανον τῆς παλαιᾶς εὐταξίαςἐκείνης add. editi antiqui. σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. οὐ γὰρ μεθʼ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν, οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι, ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ, καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι,παρακεχωρηκέναι Med. ἀλλʼ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον, τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως, ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει, καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς.