269
Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρωςγήρους E. κατακαμφθείς, μὴ καθυφείςκαθυφίεις E. τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι· μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖςαὐταῖς om. editi antiqui. ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτιὅτι add. Capps. αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν. καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι’ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξί· καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.
Ἀνεπίγραφος, ὑπὲρ ἁρπαγῆς