272
Ἀπήγγειλέ μοι ἈκτίακοςἈκτιανὸς Regius sec., Coisl. sec., Paris.; Ἀντίοχος editi antiqui. ὁ διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶοὗτοι E, Med. τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν.
272
Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι,ἀναδέξασθαι E. ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσονὅσα E. Harl., Med. δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις,ἐπιζητεῖς editi antiqui. ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι.