272
Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. πῶς δὲ τὴν ὙμητίουὙμιντίου Reg. primus et Bigot. εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκειώσεως,οἰκίας E. Coisl. sec., Reg. sec., Par. ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; ἀλλʼ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρʼ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι, τὸ παρʼ ἐμοῦ πρὸς τινὰς τῶν θορυβούντων λεχθέν, ὅτι Εἰ μὲν προείρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς, κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα· εἰ δὲ μεταβουλεύσεται, μὴ παρασύρητε τὸ σεμνότατονσέμνον editi antiqui. ὄνομα τοῦ φίλου ἡμῶν, μηδὲ ἐν προσχήματι δῆθεν τῆς περὶ τὸν προστάτην ὑμῶνἡμῶν E. σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν, ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλήν, καταπράττεσθε. πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι’ ἐμαυτοῦ οὔτε δι’ ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου.
272
Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένονεἶναι add. E. editi antiqui. ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶπρὸς E. Harl. σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰςπρὸς E. φιλίαν ἐξαμαρτών, καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.
Ἀνεπίγραφος, περὶ Ἥρα