276
Καὶ ὁ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ὁ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειννομίζων Harl. et Med. ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖνὑμῶν E. πολλῶν καὶ δι’ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τὴς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάνταπάντας quinque MSS. καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσειςἀτιμάσῃς Reg. primus et Bigot.; ἀτιμάσοις editi antiqui. πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι’ ἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονταιοἳ... οἴονται ἢ... οἴεται editi antiqui. Χριστιανὸν ὑποδέξασθαι. οὕτως αὐτοὺς περιχαρεῖςπεριχαρὴς E. διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.
Μαξίμῳ σχολαστικῷ