277
Ἀνήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶςσαφῶς editi antiqui. ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸνἀγγελικὸν editi antiqui. μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳλογισμῷ editi antiqui. ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται.πορεύσεται E. ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν ἡ παρὰ Θεοῦ τιμή.
277
Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται.ἀπομαραίνεται Harl.; μαραίνεται quatuor alii MSS. καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτωνθαυμάτων Vat.; θέαμα editi antiqui. τοῖς ἐντυγχάνουσιν. ὧνἧς editi antiqui. ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίουἡμῖν add. E. ἀγαθῶν.