279
Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷςδὸς E. αὐτῷ θάρσος ὥστε φωνῆν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας· ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος,om. E. διὰ τὸ μάλιστα, ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς, ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο. ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ, καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν, καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σοῦ.
Μοδέστῳ ὑπάρχῳ
280
Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. ὁ τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺςἐπιδοὺς Coisl. sec. ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ὃ ἀνθʼ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαιὑπάρχῃ καλλωπίζεσθαι editi antiqui. ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.
Μοδέστῳ ὑπάρχῳ