281
Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοιμε E. Med. μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶἐπείδη E. δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.
Πρὸς ἐπίσκοπονἐπισκόπῳ καλουμένῳ εἰς σύνοδον to a bishop being called to a synod Harl. et Clarom.
282
Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος. οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴν γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ,δοκῇ Harl. τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.
Ἐλευθέρᾳ
283
Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲδὲ καιρὸς editi antiqui. καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐν τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃοἰκίας add. E. Clar. τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν;